Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.135 Joseph. AJ 11.141 (English) >>Joseph. AJ 11.146

11.138τοῖς δὲ τοῦ βασιλέως οἰκονόμοις καὶ τοῖς ἐπάρχοις τῆς κοίλης Συρίας καὶ Φοινίκης τὰ γράμματα τοῦ βασιλέως ἀπέδωκεν. οἱ δὲ τὸ προσταχθὲν ὑπʼ αὐτοῦ ποιεῖν ἀνάγκην ἔχοντες ἐτίμησάν τε τὸ ἔθνος καὶ πρὸς πᾶσαν αὐτῷ χρείαν συνήργησαν. 11.139

Ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐβουλεύσατο Ἔσδρας, προεχώρησεν δʼ αὐτῷ κρίναντος αὐτὸν ἄξιον οἶμαι τοῦ θεοῦ τῶν βουληθέντων διὰ χρηστότητα καὶ δικαιοσύνην. 11.140χρόνῳ δὲ ὕστερον προσελθόντων αὐτῷ τινων κατηγορούντων, ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ Λευιτῶν παραβεβήκασι τὴν πολιτείαν καὶ λελύκασιν τοὺς πατρίους νόμους ἀλλοεθνεῖς ἠγμένοι γυναῖκας καὶ τὸ ἱερατικὸν γένος συγκεχύκασιν, 11.141δεομένων τε βοηθῆσαι τοῖς νόμοις, μὴ κοινὴν ἐπὶ πάντας ὀργὴν λαβὼν πάλιν αὐτοὺς εἰς συμφορὰς ἐμβάλῃ, διέρρηξε μὲν εὐθὺς ὑπὸ λύπης τὴν ἐσθῆτα καὶ τὴν κεφαλὴν ἐσπάρασσεν καὶ τὰ γένεια ὑβρίζων ἐπὶ τὴν γῆν τε ἑαυτὸν ἔρριψεν ἐπὶ τῷ τὴν αἰτίαν ταύτην λαβεῖν τοὺς πρώτους τοῦ λαοῦ. 11.142λογιζόμενος δὲ ὅτι, ἐὰν ἐκβαλεῖν αὐτοὺς τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν προστάξῃ τέκνα, οὐκ ἀκουσθήσεται, διέμενεν ἐπὶ τῆς γῆς κείμενος. συνέτρεχον οὖν πρὸς αὐτὸν οἱ μέτριοι πάντες κλαίοντες καὶ αὐτοὶ καὶ τῆς ἐπὶ τῷ γεγενημένῳ λύπης συμμεταλαμβάνοντες. 11.143ἀναστὰς δὲ ἀπὸ τῆς γῆς Ἔσδρας καὶ τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανόν, αἰσχύνεσθαι μὲν ἔλεγεν αὐτὸν ἀναβλέψαι διὰ τὰ ἡμαρτημένα τῷ λαῷ, ὃς τῆς μνήμης ἐξέβαλεν τὰ τοῖς πατράσιν ἡμῶν διὰ τὴν ἀσέβειαν αὐτῶν συμπεσόντα,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.135 Joseph. AJ 11.141 (English) >>Joseph. AJ 11.146

Powered by PhiloLogic